Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.62 Joseph. AJ 19.67 (English) >>Joseph. AJ 19.73

19.65δωροδοκώτατος γὰρ ἦν καὶ ὑβριστότατος παρʼ ὁντινοῦν γίνεται, ἐξουσίᾳ χρησάμενος παρὰ τὸ εἰκός· καὶ ἄλλως τε τοῦ Γαΐου τὴν φύσιν ἐξεπιστάμενος ἀνήκεστον οὖσαν καὶ ἐφʼ οἷστισι κρίνειεν οὐδαμῶς ἀντισπάσματι χρωμένην, αὐτῷ τε πολλὰς μὲν καὶ ἄλλας αἰτίας τοῦ κινδυνεύειν, οὐχ ἥκιστα δὲ τὸ μέγεθος τῶν χρημάτων· 19.66ὥστε δὴ καὶ Κλαύδιον ἐθεράπευε κρυπτῶς μετακαθίζων πρὸς αὐτὸν ἐλπίδι τοῦ κἂν εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν Γαΐου μεταστάντος, αὐτῷ τὴν ὑπόθεσιν τῆς τιμῆς τὴν ἐφʼ ὁμοίοις ἰσχὺν προκαταθέμενος χάριν καὶ φιλανθρωπίας λόγον. 19.67ἐτόλμησεν γοῦν εἰπεῖν, ὡς κελευσθεὶς διαχρήσασθαι φαρμάκῳ τὸν Κλαύδιον μυρίας εὕροιτο τοῦ χρήματος τὰς ὑπερβολάς. 19.68δοκεῖν δὲ προσεποιεῖτο Κάλλιστος ἐπὶ θήρᾳ τῇ Κλαυδίου τὸν λόγον τοῦτον, ἔπειτα οὔτε Γάιος ὡρμηκὼς μεταχειρίσασθαι Κλαύδιον ἠνείχετο τῶν Καλλίστου προφάσεων οὔτε Κάλλιστος κελευσθείς που τὴν πρᾶξιν εὐκτὸν ὑπελάμβανεν κακουργῶν εἰς τοῦ δεσπότου τὰς ἐπιστολὰς οὐκ ἂν ἐκ τοῦ παραχρῆμα τὸν μισθὸν ἐκομίζετο. 19.69ἀλλὰ δὴ Κλαυδίῳ μὲν ἔκ τινος θείας δυνάμεως χρήσασθαι μανιῶν τῶν Γαΐου, Κάλλιστος προσποιήσασθαι χάριτος κατάθεσιν μηδαμῶς ὑπʼ αὐτοῦ γενομένης. 19.70

Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθʼ ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.62 Joseph. AJ 19.67 (English) >>Joseph. AJ 19.73

Powered by PhiloLogic